TLG 0066 001 :: DICAEARCHUS :: Fragmenta DICAEARCHUS Phil. Fragmenta
Citation: Fragment — (line) | ||
5 | Plutarch. dv. Colot. XIV 1115 A: μηδὲ ἀναλάβῃς εἰς χεῖρας Ἀριστο‐ τέλους τὰ περὶ οὐρανοῦ καὶ τὰ περὶ ψυχῆς, Θεοφράστου δὲ τὰ πρὸς τοὺς φυσι‐ κούς, Ἡρακλείδου δὲ τὸν Ζωροάστρην, τὸ περὶ τῶν ἐν Ἅιδου, τὸ περὶ τῶν φυ‐ σικῶς ἀπορουμένων, Δικαιάρχου δὲ τὰ περὶ ψυχῆς, ἐν οἷς πρὸς τὰ κυριώτατα | |
5 | καὶ μέγιστα τῶν φυσικῶν ὑπεναντιούμενοι τῷ Πλάτωνι καὶ μαχόμενοι διατελοῦσι. | 13 |
---|---|---|
8a | Sextus Empir. adv. logic. I 349: ... εἴγε οἱ μὲν μηδέν φασιν εἶναι αὐτὴν (sc. τὴν διάνοιαν) παρὰ τὸ πῶς ἔχον σῶμα, καθάπερ ὁ Δικαίαρχος, οἱ δὲ κτλ. | |
8b | ib. Pyrrh. Hypotyp. II 31: οἱ μὲν μὴ εἶναι τὴν ψυχὴν ἔφασαν, ὡς οἱ περὶ τὸν Μεσσήνιον Δικαίαρχον. | |
8g | Simplic. in Aristot. Categ. 8b 25 p. 216, 12 ff. Kalbfl.: ... οἱ ἀπὸ τῆς Ἐρετρίας ἀνῄρουν τὰς ποιότητας ὡς οὐδαμῶς ἐχούσας τι κοινὸν οὐσιῶ‐ δες, ἐν δὲ τοῖς καθ’ ἕκαστα καὶ συνθέτοις ὑπαρχούσας. καὶ Δικαίαρχος δὲ ἀπὸ τῆς αὐτῆς αἰτίας τὸ μὲν ζῷον συνεχώρει εἶναι, τὴν δὲ αἰτίαν αὐτοῦ | |
5 | ψυχὴν ἀνῄρει. | |
8i | Atticus Platonicus bei Euseb. Praep. evang. XV 9: τούτῳ (sc. Ἀριστοτέλει) τοιγαροῦν ἑπόμενος Δικαίαρχος, καὶ τ’ ἀκόλουθον ἱκανὸς ὢν θεω‐ ρεῖν, ἀνῄρηκε τὴν ὅλην ὑπόστασιν τῆς ψυχῆς. | 14 |
8k | Jamblichus bei Stob. Ecl. I 49, 32 p. 367 W.: ἢ τὸ τῇ φύσει συμ‐ μεμιγμένον ἢ τὸ τοῦ σώματος ὂν (sc. τὴν ψυχὴν εἶναι) ὥσπερ τὸ ἐψυχῶσθαι, αὐτῇ δὲ μὴ παρὸν τῇ ψυχῇ ὥσπερ ὑπάρχον, οἷα δὴ λέγεται περὶ ψυχῆς παρὰ Δικαιάρχῳ τῷ Μεσσηνίῳ. | |
10a | Galen. Histor. philos. 24: θνητὴν μὲν ψυχὴν ὁ Ἐπίκουρος καὶ Δικαίαρχος ᾠήθησαν. | |
11 | Nemesius De natura hominis II Migne XL p. 537: Δικαίαρ‐ χος δὲ ἁρμονίαν τῶν τεσσάρων στοιχείων (sc. τὴν ψυχὴν εἶναι) ἀντὶ τοῦ κρᾶ‐ σιν καὶ συμφωνίαν τῶν στοιχείων. οὐ γὰρ τὴν ἐκ τῶν φθόγγων συνιστα‐ μένην, ἀλλὰ τὴν ἐν τῷ σώματι θερμῶν καὶ ψυχρῶν καὶ ὑγρῶν καὶ ξηρῶν | |
5 | ἐναρμόνιον κρᾶσιν καὶ συμφωνίαν βούλεται λέγειν. δῆλον δὲ ὅτι καὶ τούτων οἱ μὲν ἄλλοι τὴν ψυχὴν οὐσίαν εἶναι λέγουσιν. Ἀριστοτέλης δὲ καὶ Δικαί‐ αρχος ἀνούσιον. | |
12a | Plutarch. Plac. philos. IV 2, 5: Δικαίαρχος ἁρμονίαν τῶν τεσσάρων στοιχείων (sc. τὴν ψυχὴν εἶναι). | |
12b | Stobaeus Eclog. I 49, 1: Δικαίαρχος ἁρμονίαν τῶν τεττάρων στοι‐ χείων (sc. τὴν ψυχὴν εἶναι). | |
12c | Theodoret. Graec. affect. curatio V 18: Δικαίαρχος δὲ τῶν τεσσά‐ ρων εἶναι στοιχείων τὴν ἁρμονίαν. | |
12d | Hermias Irris. philos. 2 (Diels Doxogr. p. 651): οἱ δὲ ἁρμονίαν (Δικαίαρχος) sc. τὴν ψυχὴν εἶναι. | |
12e | Anecdota Graeca Oxoniensia ed. Cramer III (1836) 145: Δικαίαρ‐ | |
χος δὲ ἁρμονίαν ὡρίσατο τὴν ψυχὴν εἶναι καὶ λύραν τὸ σῶμα. | 15 | |
13a | Galen. Histor. philos. 105: Ἀριστοτέλης καὶ Δικαίαρχος τοὺς ὀνείρους εἰσάγουσιν, ἀθάνατον μὲν τὴν ψυχὴν οὐ νομίζοντες, θείου δέ τινος μετέχειν. | |
13b | Plutarch. Plac. philos. V 1: Ἀριστοτέλης καὶ Δικαίαρχος τὸ κατ’ ἐνθουσιασμὸν μόνον παρεισάγουσι καὶ τοὺς ὀνείρους, ἀθάνατον μὲν εἶναι οὐ νομίζοντες τὴν ψυχήν, θείου δέ τινος μετέχειν αὐτήν. | |
19 | Athenaeus XIV 641 e: Δικαίαρχος δ’ ἐν πρώτῳ τῆς εἰς Τρο‐ φωνίου Καταβάσεώς φησιν οὕτως: ἥ γε τὴν πολλὴν δαπάνην ἐν τοῖς δείπ‐ νοις παρέχουσα δευτέρα τράπεζα προσεγένετο, καὶ στέφανοι καὶ μύρα καὶ | |
θυμιάματα καὶ τὰ τούτοις ἀκόλουθα πάντα. | 16 | |
21 | Athenaeus XIII 594 ef.: Δικαίαρχος δ’ ἐν τοῖς περὶ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησι: ταὐτὸ δὲ πάθοι τις ἂν ἐπὶ τὴν Ἀθηναίων πόλιν ἀφικνούμενος κατὰ τὴν ἀπ’ Ἐλευσῖνος τὴν ἱερὰν ὁδὸν καλουμένην. καὶ γὰρ ἐνταῦθα καταστὰς, οὗ ἂν φανῇ τὸ πρῶτον ὁ τῆς Ἀθηνᾶς ἀφορώμενος νεὼς καὶ | |
5 | τὸ πόλισμα, ὄψεται παρὰ τὴν ὁδὸν αὐτὴν ᾠκοδομημένον μνῆμα οἷον οὐχ ἕτερον οὐδὲ σύνεγγυς οὐδέν ἐστι τῷ μεγέθει. τοῦτο δὲ τὸ μὲν πρῶτον, ὅπερ εἰκός, ἢ Μιλτιάδου φήσειεν 〈ἂν〉 σαφῶς ἢ Περικλέους ἢ Κίμωνος ἤ τινος ἑτέρου τῶν ἀγαθῶν ἀνδρῶν εἶναι, 〈καὶ〉 μάλιστα μὲν ὑπὸ τῆς πόλεως δημοσίᾳ κατεσκευασ‐ μένον, εἰ δὲ μή, δεδομένον κατασκευάσασθαι. πάλιν δ’ ὅταν ἐξετάσῃ Πυθιονί‐ | |
10 | κης τῆς ἑταίρας ὄν, τίνα χρὴ προσδοκίαν λαβεῖν αὐτόν; | |
22 | Schol. vetus Pindar. Olymp. VI 7 b: δι’ ἐμπύρων ἐν Ἤλιδι Ἰαμίδαι ἐμαντεύοντο. ἀφ’ ὧν τὸ γένος εἶχεν Ἀγησίας. τοῦ δὲ μαντείου τοῦ ἐν Ἤλιδι καὶ Δικαίαρχος μέμνηται. | |
23 | Athenaeus XIII 603 a b: φιλόπαις δ’ ἦν ἐκμανῶς καὶ Ἀλέξανδρος ὁ βασιλεύς. Δικαίαρχος γοῦν ἐν τῷ περὶ τῆς ἐν Ἰλίῳ θυσίας Βαγώου τοῦ εὐ‐ νούχου οὕτως αὐτόν φησιν ἡττᾶσθαι ὡς ἐν ὄψει θεάτρου ὅλου καταφιλεῖν αὐτὸν ἀνακλάσαντα, καὶ τῶν θεατῶν ἐπιφωνησάντων μετὰ κρότου οὐκ ἀπει‐ | |
5 | θήσας πάλιν ἀνακλάσας ἐφίλησεν. | 17 |
26 | Themist. Soph. 285 c: Κηφισοδώρους δὲ καὶ Εὐβουλίδας καὶ Τιμαίους 〈καὶ〉 Δικαιάρχους καὶ στρατὸν ὅλον τῶν ἐπιθεμένων Ἀριστοτέλει τῷ Σταγειρίτῃ πότ’ ἂν καταλέξαιμι εὐπετῶς, ὧν καὶ λόγοι ἐξικνοῦνται εἰς τόνδε τὸν χρόνον, διατηροῦντες τὴν ἀπέχθειαν καὶ φιλονεικίαν; | |
27 | Cicero Epist. ad Atticum II 12, 4: Dicaearchum recte amas, luculentus homo est et civis haud paulo melior quam isti nostri ἀδικαί‐ αρχοι. .... καὶ Κικέρων ὁ φιλόσοφος τὸν πολιτικὸν Τίτον ἀσπάζεται. | |
29 | Plutarch. An seni gerenda res publica XXVI 796 c: παρὰ πάντα δὲ ταῦτα χρὴ μνημονεύειν, ὡς οὐκ ἔστι πολιτεύεσθαι μόνον τὸ ἄρχειν καὶ πρεσβεύειν καὶ μέγα βοᾶν ἐν ἐκκλησίᾳ καὶ περὶ τὸ βῆμα βακχεύειν, λέγοντας καὶ γράφοντας ἃ οἱ πολλοὶ τοῦ πολιτεύεσθαι νομίζουσιν, ὥσπερ ἀμέλει καὶ φιλο‐ | |
5 | σοφεῖν τοὺς ἀπὸ τοῦ δίφρου διαλεγομένους καὶ σχολὰς ἐπὶ βιβλίοις περαίνον‐ τας. ἡ δὲ συνεχὴς ἐν ἔργοις καὶ πράξεσιν ὁρωμένη καθ’ ἡμέραν ὁμαλῶς πολι‐ τεία καὶ φιλοσοφία λέληθεν αὐτούς. καὶ γὰρ τοὺς ἐν ταῖς στοαῖς ἀνακάμπτον‐ τας περιπατεῖν φασιν, ὡς ἔλεγε Δικαίαρχος, οὐκέτι δὲ τοὺς εἰς ἀγρὸν ἢ πρὸς φίλον βαδίζοντας. ὅμοιον δ’ ἐστὶ τῷ φιλοσοφεῖν τὸ πολιτεύεσθαι. Σωκράτης | |
10 | γοῦν οὔτε βάθρα θεὶς οὔτε εἰς θρόνον καθίσας οὔθ’ ὥραν διατριβῆς ἢ περιπάτου | |
τοῖς γνωρίμοις τεταγμένην φυλάττων, ἀλλὰ καὶ παίζων ὅτε τύχοι καὶ συμπίνων καὶ συστρατευόμενος ἐνίοις καὶ συναγοράζων, τέλος δὲ καὶ δεδεμένος καὶ πίνων τὸ φάρμακον ἐφιλοσόφει, πρῶτος ἀποδείξας τὸν βίον ἅπαντι χρόνῳ καὶ μέρει καὶ πάθεσι καὶ πράγμασιν ἁπλῶς ἅπασι φιλοσοφίαν δεχόμενον. | 18 | |
30 | Diogenes Laert. I 40: ὁ δὲ Δικαίαρχος οὔτε σοφοὺς οὔτε φιλο‐ σόφους φησὶν αὐτοὺς (sc. τοὺς ἑπτὰ σοφοὺς) γεγονέναι, συνετοὺς δέ τινας καὶ νομοθετικούς. | |
31 | Codex Vaticanus 435 (H. v. Arnim Hermes XXVII 1892 p. 119f. und Diodor ed. Drachmann, Lietzmanns Kl. Texte Bd. 97 1912 p. 67 ff.): οὐκ ἐβούλοντο οἱ παλαιοὶ Ῥωμαίων, ὦ Σήβωσε ἀνδρῶν ἄριστε, σοφοὶ εἶναι δοκεῖν, ὅθεν οὐδὲ ἐθήρων τὴν δόξαν δεινότητι λόγων ἢ περιττοῖς | |
5 | καὶ πιθανοῖς ἀποφθέγμασιν, οἷς ἐχρήσαντο Ἑλλήνων τινές, ἃ διαβεβόηται χρησ‐ μῶν εἶναι δοκοῦντα ἤδη πιστότερα, μηδὲν ἄγαν καὶ ἕπου θεῷ καὶ χρόνων φεί‐ δου καὶ γνῶθι σαυτὸν καὶ ἐγγύα πάρα δ’ ἄτα καὶ ἄλλα τούτοις ἐοικότα, ἴσως μὲν καὶ ὠφέλιμα τοῖς πειθομένοις, ἔχοντα δέ τι ἐν τῷ βραχεῖ τῆς ἀποδόσεως ἡδὺ καὶ προσκλητικόν. Δικαιάρχῳ δὲ οὐδὲ ταῦτα σοφῶν εἶναι ἀνδρῶν δοκεῖ, | |
10 | μὴ γὰρ δή γε τοὺς πάλαι λόγῳ φιλοσοφεῖν. ἀλλ’ εἶναι τὴν σοφίαν τότε γοῦν ἐπιτήδευσιν ἔργων καλῶν, χρόνῳ δὲ λόγων ὀχλικῶν γενέσθαι τέχνην. καὶ νῦν μὲν τὸν πιθανῶς διαλεχθέντα μέγαν εἶναι δοκεῖν φιλόσοφον, ἐν δὲ τοῖς πάλαι χρόνοις ὁ ἀγαθὸς μόνος ἦν φιλόσοφος, εἰ καὶ μὴ περιβλέπτους καὶ ὀχλικοὺς ἀσκοῖτο λόγους. οὐ γὰρ ἐζήτουν ἐκεῖνοί γε εἰ πολιτευτέον οὐδὲ πῶς, ἀλλ’ ἐπο‐ | |
15 | λιτεύοντο αὐτοὶ καλῶς, οὐδὲ εἰ χρὴ γαμεῖν, ἀλλὰ γήμαντες ὃν δεῖ τρόπον γα‐ μεῖν ταῖς γυναιξὶ συνεβίουν. ταῦτα ἦν, φησίν, ἔργα ἀνδρῶν καὶ ἐπιτηδεύματα σοφῶν, αἱ δὲ ἀποφθέγξεις αὗται πρᾶγμα φορτικόν. | |
32 | Diogenes Laert. I 41: στασιάζεται δὲ καὶ περὶ τοῦ ἀριθμοῦ αὐτῶν (sc. τῶν ἑπτὰ σοφῶν). ... Δικαίαρχος δὲ τέσσαρας ὡμολογημένους ἡμῖν παραδίδωσι, Θαλῆν Βίαντα Πιττακὸν Σόλωνα. ἄλλους δὲ ὀνομάζει ἕξ, ὧν ἐκλέξασθαι τρεῖς, Ἀριστόδημον, Πάμφυλον, Χίλωνα Λακεδαιμόνιον, Κλεό‐ | |
5 | βουλον, Ἀνάχαρσιν, Περίανδρον. | |
33 | Porphyrius Vita Pythagorae 18: ἐπεὶ δὲ τῆς Ἰταλίας ἐπέβη καὶ ἐν Κρότωνι ἐγένετο, φησὶν ὁ Δικαίαρχος, ὡς ἀνδρὸς ἀφικομένου πολυπλάνου τε καὶ περιττοῦ καὶ κατὰ τὴν ἰδίαν φύσιν ὑπὸ τῆς τύχης εὖ κεχορηγημένου, τήν τε γὰρ ἰδέαν εἶναι ἐλευθέριον καὶ μέγαν χάριν τε πλείστην καὶ κόσμον ἐπί τε τῆς | |
5 | φωνῆς καὶ τοῦ ἤθους καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ἔχειν, οὕτως διαθεῖναι τὴν Κροτωνιατῶν πόλιν, ὥστ’ ἐπεὶ τὸ τῶν γερόντων ἀρχεῖον ἐψυχαγώγησεν πολλὰ καὶ καλὰ διαλεχθείς, τοῖς νέοις πάλιν ἡβητικὰς ἐποιήσατο παραινέσεις ὑπὸ τῶν ἀρχόντων κελευσθείς, μετὰ δὲ ταῦτα τοῖς παισὶν ἐκ τῶν διδασκαλείων ἀθρόοις | |
συνελθοῦσιν, εἶτα ταῖς γυναιξί, 〈ἐπεὶ〉 καὶ γυναικῶν σύλλογος αὐτῷ κατεσκευάσθη. | 19 | |
34 | ib. 56: Δικαίαρχος δὲ καὶ οἱ ἀκριβέστεροι καὶ τὸν Πυθαγόραν φασὶν παρεῖναι τῇ ἐπιβουλῇ. Φερεκύδην γὰρ πρὸ τῆς ἐκ Σάμου ἀπάρσεως τελευτῆσαι. τῶν δ’ ἑταίρων ἀθρόους μὲν τετταράκοντα ἐν οἰκίᾳ τινὸς παρε‐ δρεύοντας ληφθῆναι, τοὺς δὲ πολλοὺς σποράδην κατὰ τὴν πόλιν ὡς ἔτυχον | |
5 | ἕκαστοι διαφθαρῆναι. Πυθαγόραν δὲ κρατουμένων τῶν φίλων τὸ μὲν πρῶτον εἰς Καυλωνίαν τὸν ὅρμον σωθῆναι, ἐκεῖθεν δὲ πάλιν εἰς Λοκρούς. πυθομέ‐ νους δὲ τοὺς Λοκροὺς τῶν γερόντων τινὰς ἐπὶ τὰ τῆς χώρας ὅρια ἀπο‐ στεῖλαι. τούτους δὲ πρὸς αὐτὸν ἀπαντήσαντας εἰπεῖν: „ἡμεῖς, ὦ Πυθαγόρα, σοφὸν μὲν ἄνδρα σε καὶ δεινὸν ἀκούομεν. ἀλλ’ ἐπεὶ τοῖς ἰδίοις νόμοις οὐθὲν | |
10 | ἔχομεν ἐγκαλεῖν, αὐτοὶ μὲν ἐπὶ τῶν ὑπαρχόντων πειρασόμεθα μένειν, σὺ δ’ ἑτέρωθί που βάδιζε λαβὼν παρ’ ἡμῶν εἴ του κεχρημένος [τῶν ἀναγκαίων] τυγχάνεισ“. ἐπεὶ δ’ ἀπὸ τῆς τῶν Λοκρῶν πόλεως τὸν εἰρημένον ἀπηλλάγη τρόπον, εἰς Τάραντα πλεῦσαι. πάλιν δὲ κἀκεῖ παραπλήσια παθόντα τοῖς περὶ Κρότωνα εἰς Μεταπόντιον ἐλθεῖν. πανταχοῦ γὰρ ἐγένοντο μεγάλαι στάσεις, | |
15 | ἃς ἔτι καὶ νῦν οἱ περὶ τοὺς τόπους μνημονεύουσί τε καὶ διηγοῦνται, τὰς ἐπὶ τῶν Πυθαγορείων καλοῦντες. | |
35a | ib. 57: ἐν δὲ τῇ περὶ Μεταπόντιον καὶ Πυθαγόραν αὐτὸν λέγουσι τελευτῆσαι καταφυγόντα ἐπὶ τὸ Μουσῶν ἱερόν, σπάνει τῶν ἀναγκαίων τεσσαράκοντα ἡμέρας διαμείναντα. | |
35b | Diogenes Laert. VIII 40: φησὶ δὲ Δικαίαρχος τὸν Πυθαγόραν ἀπο‐ θανεῖν καταφυγόντα εἰς τὸ ἐν Μεταποντίῳ ἱερὸν τῶν Μουσῶν, τετταράκοντα ἡμέρας ἀσιτήσαντα. | |
37 | Phlegon Mirabilia IV: ἱστορεῖ δὲ καὶ Ἡσίοδος καὶ Δικαίαρχος καὶ Κλείταρχος καὶ Καλλίμαχος καὶ ἄλλοι τινὲς περὶ Τειρεσίου τάδε. Τειρεσίαν τὸν Εὐήρους ἐν Ἀρκαδίᾳ [ἄνδρα] ὄντα ἐν τῷ ὄρει τῷ ἐν Κυλλήνῃ ὄφεις ἰδόντα ὀχεύοντας τρῶσαι τὸν ἕτερον καὶ παραχρῆμα μεταβαλεῖν τὴν ἰδέαν. γενέσθαι | |
5 | γὰρ ἐξ ἀνδρὸς γυναῖκα καὶ μιχθῆναι ἀνδρί. τοῦ δὲ Ἀπόλλωνος αὐτῷ χρήσαν‐ τος, ὡς ἐὰν τηρήσας ὀχεύοντας ὁμοίως τρώσῃ τὸν ἕνα ἔσται οἷος ἦν, παρα‐ φυλάξαντα τὸν Τειρεσίαν ποιῆσαι τὰ ὑπὸ τοῦ θεοῦ ῥηθέντα καὶ οὕτως 〈ἀνα〉‐ | |
κομίσασθαι τὴν ἀρχαίαν φύσιν. Διὸς δὲ ἐρίσαντος Ἥρᾳ καὶ φαμένου ἐν ταῖς συνουσίαις πλεονεκτεῖν τὴν γυναῖκα τοῦ ἀνδρὸς τῇ τῶν ἀφροδισίων ἡδονῇ | 20 | |
10 | καὶ τῆς Ἥρας φασκούσης τὰ ἐναντία, δόξαι αὐτοῖς μεταπεμψαμένοις ἐρέσθαι τὸν Τειρεσίαν διὰ τὸ τῶν τρόπων ἀμφοτέρων πεπειρᾶσθαι. τὸν δὲ ἐρωτώμε‐ νον ἀποφήνασθαι, διότι μοιρῶν οὐσῶν δέκα τὸν ἄνδρα τέρπεσθαι τὴν μίαν, τὴν δὲ γυναῖκα τὰς ἐννέα. τὴν δὲ Ἥραν ὀργισθεῖσαν κατανύξαι αὐτοῦ τοὺς ὀφθαλμοὺς καὶ ποιῆσαι τυφλόν, τὸν δὲ Δία δωρήσασθαι αὐτῷ τὴν μαντικήν, | |
15 | καὶ βιοῦν ἐπὶ γενεὰς ἑπτά. | |
38 | ib. V: οἱ αὐτοὶ ἱστοροῦσιν κατὰ τὴν Λαπίθων χώραν γενέσθαι Ἐλάτῳ τῷ βασιλεῖ θυγατέρα, ὀνομαζομένην Καινίδα. ταύτῃ δὲ Ποσειδῶνα μιγέντα ἐπαγγείλασθαι ποιήσειν αὐτὴν ὃ ἂν ἐθέλῃ, τὴν δὲ ἀξιῶσαι μεταλλάξαι αὐτὴν εἰς ἄνδρα, ποιῆσαί τε ἄτρωτον. τοῦ δὲ Ποσειδῶνος κατὰ τὸ ἀξιωθὲν | |
5 | ποιήσαντος μετονομασθῆναι Καινέα. | |
39 | Demetrius De elocutione 182: ὡς ὁ Δικαίαρχος „Ἐν Ἐλέᾳ, φησί, τῆς Ἰταλίας πρεσβύτην ἤδη τὴν ἡλικίαν ὄντα“. | |
40 | Diogenes Laert. III 4: καὶ ἐπαιδεύθη μὲν γράμματα παρὰ Διο‐ νυσίῳ (sc. Πλάτων), οὗ καὶ μνημονεύει ἐν τοῖς Ἀντερασταῖς. ἐγυμνάσατο δὲ παρὰ Ἀρίστωνι τῷ Ἀργείῳ παλαιστῇ κτλ. εἰσὶ δ’ οἳ καὶ παλαῖσαί φασιν αὐτὸν Ἰσθμοῖ, καθὰ καὶ Δικαίαρχος ἐν πρώτῳ περὶ βίων, καὶ γραφικῆς ἐπιμεληθῆναι καὶ ποιή‐ | |
5 | ματα γράψαι, πρῶτον μὲν διθυράμβους, ἔπειτα καὶ μέλη καὶ τραγῳδίας. | |
41 | Plutarch. Quaest. convivales VIII 2, 719 A: ἀλλ’ ὅρα μή τί σοι προσῆκον ὁ Πλάτων καὶ οἰκεῖον αἰνιττόμενος λέληθεν, ἅτε δὴ τῷ Σωκράτει τὸν Λυκοῦργον ἀναμιγνὺς οὐχ ἧττον ἢ τὸν Πυθαγόραν, 〈ὡσ〉 ᾤετο Δικαίαρχος. | |
42 | Diogenes Laert. III 38: λόγος δὲ πρῶτον γράψαι αὐτὸν (sc. Πλάτωνα) τὸν Φαῖδρον. καὶ γὰρ ἔχειν μειρακιῶδές τι τὸ πρόβλημα. Δικαίαρχος δὲ καὶ τὸν τρόπον τῆς γραφῆς ὅλον ἐπιμέμφεται ὡς φορτικόν. | |
44 | Diogenes Laert. III 46: μαθηταὶ δ’ αὐτοῦ (sc. Πλάτωνος) ... καὶ ἄλλοι πλείους, σὺν οἷς καὶ γυναῖκες δύο, Λασθένεια Μαντινικὴ καὶ Ἀξιοθέα Φλειασία, ἣ καὶ ἀνδρεῖα ἠμπίσχετο, ὥς φησι Δικαίαρχος. | |
45 | Academicorum philosophorum index Herculanensis ed. S. Mekler 1902 p. 19 col. II 4ff. (Leben Platons): τοια̣ῦτα γεγραφότο[ς Δ]ικαιάρχου Φιλόχ[ο]ρος ἐν τῷ τῆς Ἀτθ̣[ί]δ̣[ος] ἕ̣κ̣τω[ι] παρέπα̣ι[σεν] ἐπὶ το ..... κτλ. | |
46 | Plutarch. Quaest. convivales IV 659 F: .... ᾤετο χρῆναι Δικαίαρχος εὔνους μὲν αὑτῷ παρασκευάζειν ἅπαντας, φίλους δὲ ποιεῖσθαι | 21 |
τοὺς ἀγαθούς. | 22 | |
49 | Porphyr. De abstinentia IV 2: τῶν τοίνυν συντόμως τε ὁμοῦ καὶ ἀκριβῶς τὰ Ἑλληνικὰ συναγαγόντων ἐστὶν καὶ ὁ Περιπατητικὸς Δικαίαρχος, | |
ὃς τὸν ἀρχαῖον βίον τῆς Ἑλλάδος ἀφηγούμενος τοὺς παλαιοὺς καὶ ἐγγὺς θεῶν φησὶ γεγονότας, βελτίστους τε ὄντας φύσει καὶ τὸν ἄριστον ἐζηκότας βίον, ὡς | 23 | |
5 | χρυσοῦν γένος νομίζεσθαι παραβαλλομένους πρὸς τοὺς νῦν, κιβδήλου καὶ φαυ‐ λοτάτης ὑπάρχοντας ὕλης, μηδὲν φονεύειν ἔμψυχον. ὃ δὴ καὶ τοὺς ποιητὰς παρ‐ ιστάντας χρυσοῦν μὲν ἐπονομάζειν γένος ἐσθλὰ δὲ πάντα, λέγειν, τοῖσιν ἔην· καρπὸν δ’ ἔφερεν ζείδωρος ἄρουρα | |
10 | αὐτομάτη πολλόν τε καὶ ἄφθονον. οἳ δ’ ἐθελημοὶ ἥσυχοι ἔργ’ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν (Hesiod Erga 116 ff.). ἃ δὴ καὶ ἐξηγούμενος ὁ Δικαίαρχος τὸν ἐπὶ Κρόνου βίον τοιοῦτον εἶναι φησίν. εἰ δεῖ λαμβάνειν μὲν αὐτὸν ὡς γεγονότα καὶ μὴ μάτην ἐπιπεφημισμένον, τὸ δὲ λίαν μυθικὸν ἀφέντας εἰς τὸ διὰ τοῦ λόγου φυσικὸν ἀνάγειν. αὐτόματα μὲν γὰρ | |
15 | πάντα ἐφύετο, εἰκότως, οὐ γὰρ αὐτοί γε κατεσκεύαζον οὐθὲν διὰ τὸ μήτε τὴν γεωργικὴν ἔχειν πω τέχνην μήθ’ ἑτέραν μηδεμίαν ἁπλῶς. τὸ δ’ αὐτὸ καὶ τοῦ σχολὴν ἄγειν αἴτιον ἐγίγνετο αὐτοῖς καὶ τοῦ διάγειν ἄνευ πόνων καὶ μερίμνης, εἰ δὲ τῇ τῶν γλαφυρωτάτων ἰατρῶν ἐπακολουθῆσαι δεῖ διανοίᾳ, καὶ τοῦ μὴ νο‐ σεῖν. οὐθὲν γὰρ εἰς ὑγίειαν αὐτῶν μεῖζον παράγγελμα εὕροι τις ἂν ἢ τὸ μὴ ποιεῖν | |
20 | περιττώματα, ὧν διὰ παντὸς ἐκεῖνοι καθαρὰ τὰ σώματα ἐφύλαττον. οὔτε γὰρ τῆς φύσεως ἰσχυροτέραν τροφὴν [ἀλλ’ ἧς ἡ φύσις ἰσχυροτέρα] προσεφέροντο, οὔτε τὴν πλείω τῆς μετρίας διὰ τὴν ἑτοιμότητα, ἀλλ’ ὡς τὰ πολλὰ τὴν ἐλάττω [τῆς ἱκανῆς] διὰ τὴν σπάνιν. ἀλλὰ μὴν οὐδὲ πόλεμοι αὐτοῖς ἦσαν οὐδὲ στάσεις πρὸς ἀλλήλους, ἆθλον γὰρ οὐθὲν ἀξιόλογον ἐν τῷ μέσῳ προκείμενον ὑπῆρχεν, | |
25 | ὕπερ ὅτου τις ἂν διαφορὰν τοσαύτην ἐνεστήσατο. ὥστε τὸ κεφάλαιον εἶναι τοῦ βίου συνέβαινεν σχολήν, ῥᾳθυμίαν ἀπὸ τῶν ἀναγκαίων, ὑγίειαν, εἰρήνην, φιλίαν. τοῖς δὲ ὑστέροις ἐφιεμένοις μεγάλων καὶ πολλοῖς περιπίπτουσι κακοῖς ποθεινὸς εἰκότως ἐκεῖνος ὁ βίος ἐφαίνετο. δηλοῖ δὲ τὸ λιτὸν τῶν πρώτων καὶ αὐτοσχέδιον τῆς τροφῆς τὸ μεθύστερον ῥηθὲν ἅλις δρυός, τοῦ μεταβάλλοντος πρώτου, οἷα | |
30 | εἰκός, τοῦτο φθεγξαμένου. ὕστερον ὁ νομαδικὸς εἰσῆλθεν βίος, καθ’ ὃν περιττο‐ τέραν ἤδη κτῆσιν προσπεριεβάλοντο καὶ ζῴων ἥψαντο, κατανοήσαντες ὅτι τὰ μὲν ἀσινῆ ἐτύγχανεν ὄντα, τὰ δὲ κακοῦργα καὶ χαλεπά. καὶ οὕτω δὴ τὰ μὲν ἐτι‐ θάσευσαν, τοῖς δὲ ἐπέθεντο, καὶ ἅμα τῷ αὐτῷ βίῳ συνεισῆλθεν πόλεμος. καὶ ταῦτα, φησίν, οὐχ ἡμεῖς, ἀλλ’ οἱ τὰ παλαιὰ ἱστορίᾳ διεξελθόντες εἰρήκασιν. ἤδη | |
35 | γὰρ ἀξιόλογα κτήματα ἦν ὑπάρχοντα, οἳ μὲν ἐπὶ τὸ παρελέσθαι φιλοτιμίαν ἐποι‐ οῦντο, ἀθροιζόμενοί τε καὶ παρακαλοῦντες ἀλλήλους, οἳ δ’ ἐπὶ τὸ διαφυλάξαι. προϊόντος δὲ κατὰ μικρὸν οὕτω τοῦ χρόνου, κατανοοῦντες ἀεὶ τῶν χρησίμων εἶναι δοκούντων, εἰς τὸ τρίτον τε καὶ γεωργικὸν ἐνέπεσον εἶδος. ταυτὶ μὲν Δικαι‐ | |
άρχου τὰ παλαιὰ τῶν Ἑλληνικῶν διεξιόντος μακάριόν τε τὸν βίον ἀφηγουμένου | 24 | |
40 | τῶν παλαιοτάτων, ὃν οὐχ ἧττον τῶν ἄλλων καὶ ἡ ἀποχὴ τῶν ἐμψύχων συν‐ επλήρου. | |
52 | Stephanus Byzant. s. v. Πάτρα: ἓν τῶν τριῶν τῶν παρ’ Ἕλ‐ λησι κοινωνίας εἰδῶν, ὡς Δικαίαρχος, ἃ δὴ καλοῦμεν πάτραν φρατρίαν φυλήν. ἐκλήθη δὲ πάτρα μὲν εἰς τὴν δευτέραν μετάβασιν ἐλθόντων ἡ κατὰ μόνας ἑκάστῳ πρότερον οὖσα συγγένεια, ἀπὸ τοῦ πρεσβυτάτου τε καὶ μάλιστα ἰσχύσαντος ἐν | |
5 | τῷ γένει τὴν ἐπωνυμίαν ἔχουσα, ὃν ἂν τρόπον Αἰακίδας ἢ Πελοπίδας εἴποι τις. φατρίαν δὲ συνέβη λέγεσθαι καὶ φρατρίαν, ἐπειδή τινες εἰς ἑτέραν πάτραν ἐδί‐ δοσαν θυγατέρας ἑαυτῶν. οὐ γὰρ ἔτι τῶν πατριωτικῶν ἱερῶν εἶχε κοινωνίαν ἡ δοθεῖσα, ἀλλ’ εἰς τὴν τοῦ λαβόντος αὐτὴν συνετέλει πάτραν, ὥστε πρότερον πόθῳ τῆς συνόδου γιγνομένης ἀδελφαῖς σὺν ἀδελφῷ ἑτέρα τις ἱερῶν ἐτέθη κοι‐ | |
10 | νωνικὴ σύνοδος, ἣν δὴ φρατρίαν ὠνόμαζον. καὶ πάλιν: ὥστε πάτρα μὲν ὅνπερ εἴπομεν ἐκ τῆς συγγενείας τρόπον ἐγένετο μάλιστα τῆς γονέων σὺν τέκνοις καὶ τέκνων σὺν γονεῦσι, φρατρία δὲ ἐκ τῆς τῶν ἀδελφῶν. φυλὴ δὲ καὶ φυλέται πρό‐ τερον ὠνομάσθησαν ἐκ τῆς εἰς τὰς πόλεις καὶ τὰ καλούμενα ἔθνη συνόδου γενο‐ μένης. ἕκαστον γὰρ τῶν συνελθόντων φῦλον ἐλέγετο εἶναι. | |
53 | Schol. Venet. A Homer. Z 396: Γράνικος, οἱ δὲ Ἄτραμυς, Πελασ‐ γὸς τὸ γένος, ἀφίκετό ποτε ὑπὸ τὴν ἐν τῇ Λυκίᾳ Ἴδην, καὶ πόλιν κτίσας ἐκεῖσε ἀφ’ ἑαυτοῦ προσηγόρευσεν Ἀδραμύττιον. γεννήσας δὲ θυγατέρα Θήβην τῷ ὀνό‐ | |
ματι, παρὰ τὴν ἀκμὴν τοῦ γάμου ἔθετο γυμνικὸν ἀγῶνα καὶ τὸν ταύτης γάμον | 25 | |
5 | τῷ ἀριστεύσαντι. Ἡρακλῆς δὲ κατ’ ἐκεῖνο καιροῦ φανεὶς ἔλαβε τὴν Θήβην γυ‐ ναῖκα, καὶ κτίσας πόλιν ὑπὸ τὸ Πλάκιον καλούμενον ὄρος τῆς Λυκίας Πλακίαν Θήβην αὐτὴν ἀπὸ τῆς γυναικὸς ἐκάλεσεν. ἡ ἱστορία παρὰ Δικαιάρχῳ (vgl. Schol. Venet. B Homer. A 366.) | |
53,1 | Schol. MNO Eur. Andromacha 1: Δικαίαρχός φησιν ἐνθάδε (sc. ἐν τῇ Ὑποπλακίῳ Θήβῃ) ἀπόσπασμά τι τοῦ μετὰ τοῦ Κάδμου στόλου οἰκῆσαι. | |
54 | Clemens Protrept. II 30,7 ff.: Δικαίαρχος δὲ σχιζίαν, νευρώδη, μέλανα, γρυπόν, ὑποχαροπόν, τετανότριχα (sc. τὸν Ἡρακλέα εἶναι). | |
55 | Stephanus Byzant. s. v. Χαλδαῖοι: ..... ἐκλήθησαν δὲ ἀπὸ Χαλ‐ δαίου τινός, ὡς Δικαίαρχος ἐν πρώτῳ τοῦ τῆς Ἑλλάδος βίου. τούτων δὲ συνέσει καὶ δυνάμει διάφορον γενόμενον τὸν καλούμενον Νίνον τὴν ὁμώνυμον αὑτῷ συνοικίσαι πόλιν. ἀπὸ δὲ τούτου τέταρτον ἐπὶ δέκα βασιλέα γενόμενον, ᾧ τοὔ‐ | |
5 | νομα Χαλδαῖον εἶναι λέγουσιν, ὅν φασι καὶ Βαβυλῶνα τὴν ὀνομαστοτάτην πόλιν περὶ τὸν Εὐφράτην ποταμὸν κατασκευάσαι, ἅπαντας εἰς ταὐτὸ συναγαγόντα τοὺς καλουμένους Χαλδαίους. λέγεται καὶ Χαλδαία χώρα. εἰσὶ δὲ καὶ Χαλδαῖοι ἔθνος πλησίον τῆς Κολχίδος. Σοφοκλῆς Τυμπανισταῖς (fr. 581 N2) Κόλχος τε Χαλδαῖός τε καὶ Σύρων ἔθνος. | |
56 | Eustath. zu Dionys. Perieg. 767: Χαλδαῖοι κληθέντες ἀπό τινος Χαλδαίου, ὅν φασι τέταρτον ἐπὶ δέκα βασιλέα μετὰ Νίνον γενόμενον τὴν Βαβυ‐ λῶνα οἰκίσαι, καὶ τοὺς συναχθέντας καλέσαι ἀφ’ ἑαυτοῦ Χαλδαίους. λέγονται μέντοι παρά τινων καὶ οἱ περὶ τὴν Κολχίδα Χάλδοι Χαλδαῖοι τρισυλλάβως, κατὰ | |
5 | Δικαίαρχον. | |
57a | Schol. vetus Apollon. Rhod. IV 272—74: Δικαίαρχος δὲ ἐν αʹ Ἑλλάδος βίου Σεσόγχωσιν (sc. αὐτὸν καλεῖ), καὶ νόμους αὐτὸν θεῖναι λέγει, ὥστε μηδένα καταλιπεῖν τὴν πατρῴαν τέχνην. τοῦτο γὰρ ὑπολαμβάνειν ἀρχὴν εἶναι πλεονεξίας. καὶ πρῶτόν φησιν αὐτὸν εὑρηκέναι ἵππων ἄνθρωπον ἐπιβαίνειν. | |
57b | ib. Schol. vulg.: φησὶν δὲ Δικαίαρχος ἐν δευτέρῳ [καὶ] Ἑλληνικοῦ βίου 〈καὶ τοῦτο〉 Σεσογχώσιδι μεμεληκέναι (cf. schol. Parisinum καὶ τοῦτο δέ φησι Δικαίαρχος ἐν βʹ Ἑλληνικοῦ βίου Σεσώστριδι μεμεληκέναι). καὶ νόμους αὐτὸν θέσθαι λέγει ὥστε μηδένα καταλιπεῖν κτλ. | |
58a | Schol. vetus Apollon. Rhod. IV 276: Δικαίαρχος δὲ ἐν αʹ μετὰ τὸν Ἴσιδος καὶ Ὀσίριδος Ὦρον βασιλέα γεγονέναι Σεσόγχωσιν. γίνεται δὲ ἀπὸ Σεσογχώσεως ἐπὶ τὴν Νείλου βασιλείαν ἔτη βφʹ, 〈ἀπὸ δὲ τῆς Νείλου βασι‐ λείας ἐπὶ τὴν Ἰλίου ἅλωσιν ζʹ〉, ἀπὸ δὲ τῆς Ἰλίου ἁλώσεως ἐπὶ τὴν αʹ Ὀλυμπιάδα | |
5 | υλςʹ, ὁμοῦ βπμγʹ. Folgt im Laurentianus: Δικαίαρχος δέ φησιν ἐν βʹ Ἑλλάδος βίου Σεσόγ‐ χωσιν ...... μέχρις αὐτοῦ εἶναι. | |
58b | ib. Schol. Parisinum: Δικαίαρχος δὲ ἐν αʹ μετὰ τὸν Ὀσίριδος καὶ Ἴσι‐ | |
δος Ὦρον βασιλέα φησὶ γεγονέναι Σέσωστριν. ὥστε γίνεσθαι ἀπὸ μὲν τῆς Σεσώστριδος βασιλείας μέχρι τοῦ Νείλου ἔτη βφʹ, ἀπὸ δὲ τῆς Νείλου βασιλείας μέχρι τῆς αʹ Ὀλυμπιάδος ἔτη υλςʹ, ὡς εἶναι τὰ πάντα ὁμοῦ ἔτη βπλςʹ. | 26 | |
59 | Zenobius Cent. V 23: Μερὶς οὐ πνίγει. Δικαίαρχός φησιν ἐν τοῖς περὶ τῆς Ἑλλάδος ἐν τοῖς δείπνοις μὴ εἶναι σύνηθες τοῖς ἀρχαίοις διανέμειν μερίδας. διὰ δὲ προφάσεις τινὰς ἐνδεεστέρων γενομένων τῶν ἐδεσμάτων κρα‐ τῆσαι τὸ ἔθος τῶν μερίδων, καὶ διὰ τοῦτο τὴν παροιμίαν εἰρῆσθαι. τῶν γὰρ | |
5 | ἐδεσμάτων κοινῇ καὶ μὴ κατὰ μέρος τιθεμένων τὸ πρότερον οἱ δυνατώτεροι τὰς τροφὰς τῶν ἀσθενῶν ἥρπαζον, καὶ συνέβαινε τούτους ἀποπνίγεσθαι, μὴ δυνα‐ μένους ἑαυτοῖς βοηθεῖν. διὰ τοῦτο οὖν ὁ μερισμὸς ἐπενοήθη. | |
60 | Athenaeus XIV 636 C: ἦν γὰρ δή τινα καὶ χωρὶς τῶν ἐμφυσω‐ μένων καὶ χορδαῖς διειλημμένων ἕτερα ψόφου μόνον παρασκευαστικά, καθάπερ τὰ κρέμβαλα. περὶ ὧν φησι Δικαίαρχος ἐν τοῖς περὶ τοῦ τῆς Ἑλλάδος βίου, ἐπι‐ χωριάσαι φάσκων ποτὲ καθ’ ὑπερβολὴν εἰς τὸ προσορχεῖσθαί τε καὶ προσᾴδειν | |
5 | ταῖς γυναιξὶν ὄργανά τινα ποιά, ὧν ὅτε τις ἅπτοιτο τοῖς δακτύλοις ποιεῖν λιγυ‐ ρὸν ψόφον. δηλοῦσθαι δὲ ἐν τῷ τῆς Ἀρτέμιδος ἄσματι (Alcman fr. 60 D) οὗ ἐστιν ἀρχή Ἄρτεμι σοί μέ τι φρὴν ἐφίμερον ὕμνον ὑ〈φαινέμ〉εναι θεόθεν | |
10 | ἅδε τις ἀλλὰ χρυσοφά〈ενν〉α κρέμβαλα χαλκοπάρα〈ι〉α χερσίν | |
61 | Stephanus Byzant. s. v. Δώριον: πόλις μία τῶν τριῶν ὧν Ὅμη‐ ρος μνημονεύει „καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον“ (B 594). Δικαίαρχος δὲ τέτταρας ταύτας εἶναί φησι, καὶ Πτελέας, οὐ Πτελεὸν τὴν μίαν καλεῖ, κατὰ τὸ πρῶτον τοῦ Βίου τῆς Ἑλλάδος βιβλίον. | |
62 | Athenaeus I 14d: ὀρχήσεις δ’ εἰσὶ παρ’ Ὁμήρῳ αἳ μέν τινες τῶν κυβιστητήρων, αἳ δὲ διὰ τῆς σφαίρας. ἧς τὴν εὕρεσιν Ἀγαλλὶς ἡ Κερκυραία γραμματικὴ Ναυσικάᾳ ἀνατίθησιν ὡς πολίτιδι χαριζομένη, Δικαίαρχος δὲ Σικυ‐ ωνίοις, Ἵππασος δὲ Λακεδαιμονίοις ταύτην τε καὶ τὰ γυμνάσια πρώτοις. | |
63 | Hypothesis Euripid. Medea: τὸ δρᾶμα δοκεῖ ὑποβαλέσθαι παρὰ Νεόφρονος διασκευάσας ὡς Δικαίαρχος ...... τοῦ τῆς Ἑλλάδος βίου καὶ Ἀρισ‐ τοτέλης ἐν ὑπομνήμασι. | |
64 | Athenaeus XIII 557 b: Φίλιππος δ’ ὁ Μακεδὼν οὐκ ἐπήγετο μὲν εἰς τοὺς πολέμους γυναῖκας, ὥσπερ Δαρεῖος ὁ ὑπ’ Ἀλεξάνδρου καταλυθείς, ὃς περὶ τῶν ὅλων πολεμῶν τριακοσίας ἑξήκοντα περιήγετο παλλακάς, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τρίτῳ περὶ τοῦ τῆς Ἑλλάδος βίου. ὁ δὲ Φίλιππος αἰεὶ κατὰ πόλε‐ | |
5 | μον ἐγάμει. | |
65 | Plutarch. Agesilaus 19: ὁ μὲν οὖν Ξενοφῶν ὄνομα τῆς Ἀγησι‐ λάου θυγατρὸς οὐ γέγραφε, καὶ ὁ Δικαίαρχος ἐπηγανάκτησεν, ὡς μήτε τὴν Ἀγησιλάου θυγατέρα μήτε τὴν Ἐπαμεινώνδου μητέρα γινωσκόντων ἡμῶν. | 27 |
66 | Plutarch. Theseus 32: ὁ δὲ Δικαίαρχος Ἐχέμου φησὶ καὶ Μαρά‐ θου συστρατευσάντων τότε τοῖς Τυνδαρίδαις ἐξ Ἀρκαδίας ἀφ’ οὗ μὲν Ἐχεδη‐ μίαν προσαγορευθῆναι τὴν νῦν Ἀκαδήμειαν, ἀφ’ οὗ δὲ Μαραθῶνα τὸν δῆμον, ἐπιδόντος ἑαυτὸν ἑκουσίως κατά τι λόγιον σφαγιάσασθαι πρὸ τῆς παρατάξεως. | |
70,1 | Iosephus Contra Apionem I 220: καὶ γὰρ ἐθνῶν τινες καὶ τῶν ἐνδοξοτάτων πόλεων ῥυπαίνειν τὴν εὐγένειαν καὶ τὰς πολιτείας ἐπεχείρησαν λοι‐ δορεῖν, Θεόπομπος μὲν τὴν Ἀθηναίων, τὴν δὲ Λακεδαιμονίων Πολυκράτης, ὁ δὲ τὸν Τριπολιτικὸν γράψας, οὐ γὰρ δὴ Θεόπομπός ἐστιν ὡς οἴονταί τινες, καὶ τὴν | |
5 | Θηβαίων πόλιν προσέλαβεν. | |
71 | Photios Bibl. 37: ἀνεγνώσθη περὶ πολιτικῆς ὡς ἐν διαλόγῳ, Μηνᾶν πατρίκιον καὶ Θωμᾶν ῥεφερενδάριον τὰ διαλεγόμενα εἰσάγων πρόσωπα. περιέχει δὲ ἡ πραγματεία λόγους ἕξ, ἐν οἷς καὶ ἕτερον εἶδος πολιτείας παρὰ τὰ τοῖς παλαιοῖς εἰρημένα εἰσάγει, ὃ καὶ καλεῖ Δικαιαρχικόν. ἐπιμέμφεται δὲ τῆς | |
5 | Πλάτωνος δικαίως πολιτείας. ἣν δ’ αὐτοὶ πολιτείαν εἰσάγουσιν ἐκ τῶν τριῶν εἰδῶν τῆς πολιτείας δέον αὐτὴν συγκεῖσθαί φασι, βασιλικοῦ καὶ ἀριστοκρατικοῦ καὶ δημοκρατικοῦ, τὸ εἰλικρινὲς αὐτῇ ἑκάστης πολιτείας συνεισαγούσης, κἀκεί‐ νην τὴν ὡς ἀληθῶς ἀρίστην πολιτείαν ἀποτελούσης. | 28 |
72 | Athenaeus IV 141 a ff.: περὶ δὲ τοῦ τῶν φιδιτίων δείπνου Δι‐ καίαρχος τάδε ἱστορεῖ ἐν τῷ ἐπιγραφομένῳ Τριπολιτικῷ: τὸ δεῖπνον πρῶτον μὲν ἑκάστῳ χωρὶς παρατιθέμενον καὶ πρὸς ἕτερον κοινωνίαν οὐδεμίαν ἔχον. Lücke εἶτα μᾶζαν μὲν ὅσην ἂν ἕκαστος ᾖ βουλόμενος, καὶ πιεῖν πάλιν ὅταν | |
5 | ᾖ θυμὸς ἑκάστῳ κώθων παρακείμενός ἐστιν. ὄψον δὲ ταὐτὸν ἀεί ποτε πᾶσίν ἐστιν, ὕειον κρέας ἑφθόν, ἐνίοτε δ’ 〈οὐδ’〉 ὁτιμενοῦν πλὴν † ὄψον † τι μικρὸν ἔχον σταθμὸν ὡς τέταρτον μάλιστα Lücke καὶ παρὰ τοῦτο ἕτερον οὐδὲν πλὴν ὅ γε ἀπὸ τούτων ζωμὸς ἱκανὸς ὢν παρὰ πᾶν τὸ δεῖπνον ἅπαντας αὐτοὺς παραπέμπειν, κἂν ἄρα ἐλάα τις ἢ τυρὸς ἢ σῦκον, ἀλλὰ κἄν τι λάβωσιν | |
10 | ἐπιδόσιμον, ἰχθὺν ἢ λαγὼν ἢ φάτταν ἤ τι τοιοῦτον. εἶτ’ ὀξέως ἤδη δεδειπνη‐ κόσιν ὕστερα περιφέρεται ταῦτα τὰ ἐπάικλα καλούμενα. συμφέρει δ’ ἕκαστος εἰς τὸ φιδίτιον ἀλφίτων μὲν ὡς τρία μάλιστα ἡμιμέδιμνα Ἀττικά, οἴνου δὲ χοεῖς ἕνδεκά τινας ἢ δώδεκα, παρὰ δὲ ταῦτα τυροῦ σταθμόν τινα καὶ σύκων, ἔτι δὲ εἰς ὀψωνίαν περὶ δέκα τινὰς Αἰγιναίους ὀβολούς. | |
73 | Plutarch. Ne suaviter quidem vivi posse sec. Epicuri de‐ creta XII 1095 a: οὐ γὰρ ἂν ἐπῆλθεν αὐτοῖς (sc. τοῖς ἀπολαυστικοῖς) εἰς νοῦν βαλέσθαι τὰς τυφλὰς καὶ νωδὰς ἐκείνας ψηλαφήσεις καὶ ἐπιπηδήσεις τοῦ ἀκο‐ λάστου, μεμαθηκόσιν, εἰ μηδὲν ἄλλο, γράφειν περὶ Ὁμήρου καὶ περὶ Εὐριπίδου, | |
5 | ὡς Ἀριστοτέλης καὶ Ἡρακλείδης καὶ Δικαίαρχος. | |
74 | Plutarch. ib. XIII 1096 a ff.: οὐκ ἦν δὲ πρὸς τὸ ἡδέως ζῆν ἐπιεικέ‐ στερον μύρα καὶ θυμιάματα δυσχεραίνειν ὡς κάνθαροι καὶ γῦπες, ἢ κριτικῶν καὶ μουσικῶν λαλιὰν βδελύττεσθαι καὶ φεύγειν; ποῖος γὰρ ἂν αὐλὸς ἢ κιθάρα διηρμοσμένη πρὸς ᾠδὴν ἢ τίς χορὸς | |
5 | Εὐρύοπα κέλαδον ἀκροσόφων ἀγνύμενον διὰ στομάτων (Fragm. Melic. Choric. adesp. 14 vol. II p. 167 D.2) φθεγγόμενος οὕτως ηὔφρανεν Ἐπίκουρον καὶ Μητρόδωρον, ὡς Ἀριστοτέλην καὶ Θεόφραστον καὶ Δικαίαρχον καὶ Ἱερώνυμον οἱ περὶ χορῶν λόγοι καὶ διδασ‐ | |
καλιῶν καὶ τὰ δι’ αὐλῶν προβλήματα καὶ ῥυθμῶν καὶ ἁρμονιῶν κτλ.; (folgen | 29 | |
10 | physikalische Fragen) ..... καὶ τί δήποτε τῶν γενῶν διαχεῖ τὸ χρωματι‐ κόν, ἡ δὲ ἁρμονία συνίστησιν; ἤθη δὲ ποιητῶν καὶ πλάσματα καὶ διαφοραὶ χαρακτήρων καὶ λύσεις ἀποριῶν ἐν τῷ πρέποντι καὶ γλαφυρῷ τὸ οἰκεῖον ἅμα καὶ πιθανὸν ἔχουσαι τὸ τοῦ Ξενοφῶντος ἐκεῖνό μοι δοκοῦσιν καὶ τὸν ἔρωτα ποιεῖν ἐπιλανθάνεσθαι· τοσοῦτον ἡδονῇ κρατοῦσιν. | |
75 | Schol. Aristophan. Aves 1403: Ἀντίπατρος δὲ καὶ Εὐφρόνιος ἐν τοῖς Ὑπομνήμασί φασι τοὺς κυκλίους χοροὺς στῆσαι πρῶτον Λᾶσον τὸν Ἑρμιονέα, οἱ δὲ ἀρχαιότεροι Ἑλλάνικος καὶ Δικαίαρχος Ἀρίονα τὸν Μηθυ‐ μναῖον, Δικαίαρχος μὲν ἐν τῷ περὶ Διονυσιακῶν ἀγώνων, Ἑλλάνικος δὲ ἐν τοῖς | |
5 | Καρνεονίκαις (F. Gr. Hist. 4 F 86). | |
76 | Vita Aeschyli 15: τὸν δὲ τρίτον ὑποκριτὴν αὐτὸς ἐξεῦρεν (sc. Αἰσχύλος), ὡς δὲ Δικαίαρχος ὁ Μεσσήνιος, Σοφοκλῆς. | |
77 | Plutarch. De E apud Delphos I 384d: στιχιδίοις τισὶν οὐ φαύλως ἔχουσιν, ὦ φίλε Σαραπίων, ἐνέτυχον πρῴην, ἃ Δικαίαρχος Εὐριπίδην οἴεται πρὸς Ἀρχέλαον εἰπεῖν οὐ βούλομαι πλουτοῦντι δωρεῖσθαι πένης, | |
5 | μή μ’ ἄφρονα κρίνῃς ἢ διδοὺς αἰτεῖν δοκῶ (fr. 969 N2). | |
78 | Sextus Empir. Adv. Math. III 3: πολλαχῶς μὲν καὶ ἄλλως ὑπόθεσις προσαγορεύεται, τὰ νῦν δὲ ἀπαρκέσει τριχῶς λέγεσθαι. καθ’ ἕνα μὲν τρόπον ἡ δραματικὴ περιπέτεια, καθὸ καὶ τραγικὴν καὶ κωμικὴν ὑπόθεσιν εἶναι λέγομεν καὶ Δικαιάρχου τινὰς ὑποθέσεις τῶν Εὐριπίδου καὶ Σοφοκλέους | |
5 | μύθων, οὐκ ἄλλο τι καλοῦντες ὑπόθεσιν ἢ τὴν τοῦ δράματος περιπέτειαν. | |
79 | Hypothesis Sophokles Aias: Δικαίαρχος δὲ Αἴαντος θάνατον ἐπιγράφει. ἐν δὲ ταῖς διδασκαλίαις ψιλῶς Αἴας ἀναγέγραπται. | |
80 | Hypothesis Sophokles Oedipus Tyr. II: ὁ Τύραννος Οἰδίπους ἐπὶ διακρίσει θατέρου ἐπιγέγραπται. χαριέντως δὲ Τύραννον ἅπαντες αὐτὸν ἐπιγράφουσιν ὡς ἐξέχοντα πάσης τῆς Σοφοκλέους ποιήσεως, καίπερ ἡττηθέντα ὑπὸ Φιλοκλέους, ὥς φησι Δικαίαρχος. | |
81 | Hypothesis Rhesus: τοῦτο τὸ δρᾶμα ἔνιοι νόθον ὑπενόησαν, Εὐριπίδου δὲ μὴ εἶναι, τὸν γὰρ Σοφόκλειον μᾶλλον ὑποφαίνειν χαρακτῆρα. ἐν μέντοι ταῖς Διδασκαλίαις ὡς γνήσιον ἀναγέγραπται. καὶ ἡ περὶ τὰ μετάρσια δὲ ἐν αὐτῷ πολυπραγμοσύνη τὸν Εὐριπίδην ὁμολογεῖ. πρόλογοι δὲ διττοὶ φέρον‐ | |
5 | ται. ὁ γοῦν Δικαίαρχος ἐκτιθεὶς τὴν ὑπόθεσιν τοῦ Ῥήσου γράφει κατὰ λέξιν οὕτως Lücke „νῦν εὐσέληνον φέγγος ἡ διφρήλατοσ“ καὶ 〈τ.ἑ.〉. καὶ ἐν ἐνίοις | |
δὲ τῶν ἀντιγράφων ἕτερός τις φέρεται πρόλογος κτλ. | 30 | |
82 | Hypothesis Euripid. Alcestis Codex Laurentianus: Ὑπό‐ θεσις Ἀλκήστιδος Δικαιάρχου (folgt Inhaltsangabe). | |
83 | Schol. Platon Apol. 19c: τρεῖς δ’ ἔσχεν (sc. Ἀριστοφάνης) υἱούς, Φίλιππον τὸν τοῖς Εὐβούλου δράμασιν ἀγωνισάμενον, καὶ Ἀραρότα ἰδίοις τε καὶ τοῦ πατρὸς δράμασι διηγωνισμένον, καὶ τρίτον, ὃν Ἀπολλόδωρος μὲν Νικόστρατον καλεῖ, οἱ δὲ περὶ Δικαίαρχον Φιλέταιρον. | |
84 | Hypothesis Aristophan. Ran.: τὸ δὲ δρᾶμα τῶν εὖ πάνυ καὶ φιλο‐ λόγως πεποιημένων. ἐδιδάχθη δὲ ἐπὶ Καλλίου τοῦ μετὰ Ἀντιγένη διὰ Φιλωνίδου εἰς Λήναια. πρῶτος ἦν, δεύτερος Φρύνιχος Μούσαις, Πλάτων τρίτος Κλεοφῶντι. οὕτω δὲ ἐθαυμάσθη διὰ τὴν ἐν αὐτῷ παράβασιν, 〈καθ’ ἣν διαλλάττει τοὺς ἐντί‐ | |
5 | μους τοῖς ἀτίμοις καὶ τοὺς πολίτας τοῖς φυγάσιν〉, ὥστε καὶ ἀνεδιδάχθη, ὥς φησι Δικαίαρχος. | |
85 | Plutarch. Theseus XXI: ἐκ δὲ τῆς Κρήτης ἀποπλέων εἰς Δῆλον κατέσχε (sc. ὁ Θησεύς). καὶ τῷ θεῷ θύσας καὶ ἀναθεὶς τὸ ἀφροδίσιον, ὃ παρὰ τῆς Ἀριάδνης ἔλαβεν, ἐχόρευσε μετὰ τῶν ἠιθέων χορείαν, ἣν ἔτι νῦν ἐπιτελεῖν Δηλίους λέγουσι, μίμημα τῶν ἐν τῷ Λαβυρίνθῳ περιόδων καὶ διεξόδων ἔν τινι | |
5 | ῥυθμῷ παραλλάξεις καὶ ἀνελίξεις ἔχοντι γιγνομένην. καλεῖται δὲ τὸ γένος τοῦτο τῆς χορείας ὑπὸ Δηλίων γέρανος, ὡς ἱστορεῖ Δικαίαρχος. ἐχόρευσε δὲ περὶ τὸν Κερατῶνα βωμόν, ἐκ κεράτων συνηρμοσμένον εὐωνύμων ἁπάντων. ποιῆσαι δὲ καὶ ἀγῶνά φασιν αὐτὸν ἐν Δήλῳ καὶ τοῖς νικῶσι τότε πρῶτον ὑπ’ ἐκείνου φοί‐ νικα δοθῆναι. | |
86 | Schol. Aristophan. Vesp. 544: ...... ἐν τοῖς Παναθηναίοις οἱ γέροντες θαλλοὺς ἔχοντες ἐπόμπευον. ...... ὁ μέντοι Δικαίαρχος ἐν τῷ Παν‐ αθηναικῷ οὐκ οἶδα ἐξ ὅτου ποτὲ καὶ τὰς γραῦς ἐν τοῖς Παναθηναίοις ὑπείληφε θαλλοφορεῖν, πολλῶν ἀλλήλοις ὁμολογούντων περὶ τοῦ μόνους τοὺς πρεσβύτας | |
5 | θαλλοφορεῖν. | |
87 | Athenaeus XIV 620 D: τοὺς δ’ Ἐμπεδοκλέους καθαρμοὺς ἐρραψῴδησεν Ὀλυμπίασι Κλεομένης ὁ ῥαψῳδός, ὥς φησιν Δικαίαρχος ἐν τῷ Ὀλυμπικῷ. | |
88 | Suda s. v. Σκολιόν (= Schol. Platon Gorgias 451 E): ἡ παρ‐ οίνιος ᾠδή, ὡς μὲν Δικαίαρχος ἐν τῷ περὶ μουσικῶν ἀγώνων, ὅτι τρία γένη ἦν ᾠδῶν, τὸ μὲν ὑπὸ πάντων ᾀδόμενον, 〈τὸ δὲ〉 καθ’ ἕνα ἑξῆς, τὸ δὲ ὑπὸ τῶν συνετωτάτων ὡς ἔτυχε τῇ τάξει. ὃ δὴ καλεῖσθαι διὰ τὴν τάξιν σκολιόν. | |
89 | Schol. Aristophan. Nubes 1364: Δικαίαρχος ἐν τῷ περὶ μουσι‐ | |
κῶν 〈ἀγώνων〉: ἔτι δὲ κοινόν τι πάθος φαίνεται συνακολουθεῖν τοῖς διερχο‐ μένοις εἴτε μετὰ μέλους εἴτε ἄνευ μέλους, ἔχοντάς τι ἐν τῇ χειρὶ ποιεῖσθαι τὴν ἀφήγησιν. οἵ τε γὰρ ᾄδοντες ἐν τοῖς συμποσίοις ἐκ παλαιᾶς τινος παραδόσεως | 31 | |
5 | κλῶνα δάφνης ἢ μυρρίνης λαβόντες ᾄδουσιν. | |
90 | Anecdoton Osanni, Lexicon Vindobonense ed. Nauck p. 273 (Fortsetzung von Aristoxenos fr. 91, I): τὴν δὲ ποίησιν (sc. Ὁμήρου) ἀναγινώ‐ σκεσθαι ἀξιοῖ Ζώπυρος ὁ Μάγνης Αἰολίδι διαλέκτῳ, τὸ δ’ αὐτὸ καὶ Δικαίαρχος. | |
91 | Apollon. Dyscolus De pronom. 60 B p. 48 Uhlig: ὅθεν τινές, πάλιν ἀγνοήσαντες τὸ μεταβατικόν, τὸ αἴτει δ’ οἰωνὸν ἑὸν ἄγγελον (Homer Ω 292) μεταγράφουσιν εἰς τὸ ταχὺν ἄγγελον, ἢ τὸν ἀγαθὸν ἐκδέχονται. καὶ ἐπὶ θηλυκῆς | |
5 | τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν (Homer ν 52). φασὶ δὲ καὶ τὸν Ἀρίσταρχον ἀσμένως τὴν γραφὴν τοῦ Δικαιάρχου ἀναδέ‐ ξασθαι, ἐν γὰρ ἁπάσαις ἦν τὸ ἑῇ ἐν πατρίδι γαίῃ (Homer Γ 244), ὑπολαβόντα τὸ ἑαυτῆς νοεῖσθαι ἐκ τοῦ ἑῇ, δέον πάλιν ψιλῶς μεταλαμβάνειν. | |
92 | Schol. Homer α 332: αἰτιᾶται ἐκ τῶν ἐπῶν τούτων Δικαίαρχος τὴν παρ’ Ὁμήρῳ Πηνελόπην ἡ δ’ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο | |
5 | ἄντα παρειάων καὶ τὰ ἑξῆς. οὐδαμῶς γὰρ εὔτακτον εἶναί φησι τὴν Πηνελόπην, πρῶτα μὲν ὅτι πρὸς μεθύοντας αὕτη παραγίνεται νεανίσκους, ἔπειτα τῷ κρηδέμνῳ τὰ κάλ‐ λιστα μέρη τοῦ προσώπου καλύψασα τοὺς ὀφθαλμοὺς μόνους ἀπολέλοιπε θεω‐ ρεῖσθαι. περίεργος γὰρ ἡ τοιαύτη σχηματοποιία καὶ προσποίητος, ἥ τε παρά‐ | |
10 | στασις τῶν θεραπαινίδων ἑκάτερθεν εἰς τὸ κατ’ ἐξοχὴν φαίνεσθαι καλὴν οὐκ ἀνεπιτήδευτον δείκνυσι. | |
93 | Philodem. De musica pap. ined. 424 et V. H. XI 70 fr. 2 ed. Kemke p. 20, 1 ff.: Voran geht Referat einer gegnerischen Ansicht über Erziehung zu allen ἀρεταί durch Musik. ἐξ ὧν δὲ παρατίθετ[αι Δικ]αιάρχου, λάβοι τις ἂν ὅσ[α βούλετ]αι πρὸς τὴν ἐνεστηκυ[ῖαν] ὑπόθεσιν, | |
5 | [ἢ]? τὸ τοὺς πα[λα]ιοὺς καὶ σοφὸν τὸν ᾠδ[ὸν νο]μίζειν, ὡς εἶναι δῆλον [ἐκ] τοῦ παρὰ τῇ Κλυταιμ[νήστρᾳ κατ]αλειφθέντος· καὶ [.....γ]νῶναί φασιν, ὃ[ς | |
ἄν τι τ]ούτων ἀκούσῃ. | 32 | |
94 | Athenaeus XV 668 de.: ὅτι δὲ ἐσπούδαστο παρὰ τοῖς Σικελιώ‐ ταις ὁ κότταβος, δῆλον ἐκ τοῦ καὶ οἰκήματα ἐπιτήδεια τῇ παιδιᾷ κατασκευάζε‐ σθαι, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τῷ περὶ Ἀλκαίου. | |
95 | ib. XV 666 b: πρῶτον μὲν ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν, ὡς Κριτίας φησὶν ὁ Καλλαίσχρου ἐν τοῖς ἐλεγείοις διὰ τούτων [fr. 1D.2] κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον, | |
5 | ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα. Δικαίαρχος 〈δὲ〉 ὁ Μεσσήνιος, Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου καὶ τὴν λατάγην φησὶν εἶναι Σικελικὸν ὄνομα. λατάγη δ’ ἐστὶν τὸ ὑπολειπόμενον ἀπὸ τοῦ ἐκποθέντος ποτηρίου ὑγρόν, ὃ συνεστραμμένῃ τῇ χειρὶ ἄνωθεν ἐρρίπ‐ τουν οἱ παίζοντες εἰς τὸ κοττάβιον. cf. Schol. Aristoph. Pax. 1244. | |
96 | ib. XV 667 b: ἀγκυλοῦντα γὰρ δεῖ σφόδρα τὴν χεῖρα εὐρύθμως πέμπειν τὸν κότταβον, ὡς Δικαίαρχός φησιν καὶ Πλάτων δ’ ἐν τῷ Διὶ [τῷ] κακουμένῳ (fr. 47 K.). παρακελεύεται δέ τις τῷ Ἡρακλεῖ μὴ σκληρὰν ἔχειν τὴν χεῖρα μέλλοντα κοτταβίζειν. ἐκάλουν δ’ ἀπ’ ἀγκύλης τὴν τοῦ κοττάβου | |
5 | πρόεσιν διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς. cf. Schol. Aristoph. Pax. 1244. | |
97 | ib. XI 479 d: Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν Ὑπομνήμασιν, ὧν ἀρχὴ „ἐν τῇ ἀρίστῃ πολιτείᾳ“, φησίν: ὁ καλούμενος κότταβος παρῆλθεν εἰς τὰ συμπόσια τῶν περὶ Σικελίαν, ὥς φησιν Δικαίαρχος, πρῶτον εἰσαγαγόντων. τοσαύτη δὲ ἐγένετο σπουδὴ περὶ τὸ ἐπιτήδευμα, ὥστε εἰς τὰ συμπόσια παρεισ‐ | |
5 | φέρειν ἆθλα κοτταβεῖα καλούμενα. εἶτα κύλικες αἱ πρὸς τὸ πρᾶγμα χρήσιμαι μάλιστ’ εἶναι δοκοῦσαι κατεσκευάζοντο, καλούμεναι κοτταβίδες. πρὸς δὲ τούτοις οἶκοι κατεσκευάζοντο κυκλοτερεῖς, ἵνα πάντες εἰς τὸ μέσον τοῦ κοττάβου τεθέν‐ τος ἐξ ἀποστήματος ἴσου καὶ τόπων ὁμοίων ἀγωνίζοιντο περὶ τῆς νίκης. οὐ γὰρ μόνον ἐφιλοτιμοῦντο βάλλειν ἐπὶ τὸν σκοπόν, ἀλλὰ καὶ καλῶς †ἕκαστα αὐτῶν†, | |
10 | ἔδει γὰρ εἰς τὸν ἀριστερὸν ἀγκῶνα ἐρείσαντα καὶ τὴν δεξιὰν ἀγκυλώσαντα ὑγρῶς ἀφεῖναι τὴν λάταγα. οὕτω γὰρ ἐκάλουν τὸ πῖπτον ἐκ τῆς κύλικος ὑγρόν. ὥστε ἔνιοι μεῖζον ἐφρόνουν ἐπὶ τῷ καλῶς κοτταβίζειν τῶν ἐπὶ τῷ ἀκοντίζειν μέγα φρονούντων. | |
98 | ib. XI 460 f: ἄξιον δ’ ἐστὶ ζητῆσαι εἰ οἱ ἀρχαῖοι μεγάλοις ἔπινον | |
ποτηρίοις. Δικαίαρχος μὲν γὰρ ὁ Μεσσήνιος, ὁ Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου μικροῖς φησιν αὐτοὺς ἐκπώμασι κεχρῆσθαι καὶ ὑδαρέστερον πεπωκέναι. | 33 | |
99 | ib. III 85f.: Καλλίας δ’ ὁ Μυτιληναῖος ἐν τῷ περὶ τῆς παρ’ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ φησὶν εἶναι ᾠδὴν ἧς ἡ ἀρχή Πέτρας καὶ πολιᾶς θαλάσσας τέκνον, ἧς ἐπὶ τέλει γεγράφθαι | |
5 | ἐκ δὲ παίδων χαύνῳς φρένας, ἀ θαλασσία λεπάς (fr. 103 D). ὁ δ’ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λεπὰς χέλυς καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς λεπάδας. τὰ παιδάρια δὲ ἡνίκ’ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν. | |
100 | Zenobius Cent. III 65: Ἐν πίθῳ τὴν κεραμείαν μανθάνω: παροιμία ἐπὶ τῶν τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, ἁπτομένων δὲ εὐθέως τῶν μειζόνων. ὡς εἴ τις μανθάνων κεραμεύειν, πρὶν μαθεῖν πίνακας ἢ ἄλλο τι τῶν μικρῶν πλάττειν, πίθῳ ἐγχειροίη. Δικαίαρχος δέ φησιν ἕτερόν τι δηλοῦν | |
5 | τὴν παροιμίαν, οἱονεὶ τὴν μελέτην ἐν τοῖς ὁμοίοις ποιεῖσθαι, ὡς κυβερνήτης ἐπὶ τῆς νηὸς καὶ ἡνίοχος ἐπὶ τῶν ἵππων. | |
101 | ib. IV 26: Ἡράκλειος νόσος: Δικαίαρχός φησι τὴν ἱερὰν νόσον Ἡράκλειον ὀνομάζεσθαι. εἰς ταύτην γὰρ ἐκ τῶν μακρῶν πόνων περιπεσεῖν φασι τὸν Ἡρακλέα. | |
101,1 | Paroemiographi Graeci (Leutsch—Schneidewin) Supple‐ mentum 1961 p. 61: B 474 Ἡράκλειος ψώρα· Δικαίαρχος τὴν ἱερὰν νόσον οὕτω φησί· καὶ γὰρ ἐκ τῶν μακρῶν πόνων ἐς τοσαύτην πεσεῖν τὸν Ἡρακλέα. | |
102 | ib. VI 16: Τάδε Μῆδος οὐ φυλάξει: Δικαίαρχός φησιν, ὅτι μελλούσης τῆς Ξέρξου στρατείας γίνεσθαι οἱ Ἕλληνες ἀπογνόντες τῆς σωτη‐ ρίας τὰς οὐσίας αὑτῶν ἀνήλισκον, ἐπιλέγοντες: Τάδε Μῆδος οὐ φυλάξει. | |
103 | ib. II 15: Ἄειδε τὰ Τέλληνος: οὗτος ὁ Τέλλην ἐγένετο αὐλη‐ τὴς καὶ μελῶν ἀνυποτάκτων ποιητής. μέμνηται αὐτοῦ Δικαίαρχος ὁ Μεσσήνιος. | |
103,1 | Codex Athous, Miller Mélanges de littérature Grecque (1868) 368: Τὸν αὐλητὴν αὐλεῖν: ταύτης μέμνηται Φιλήμων ὁ κωμικός (fr. 219, II p. 534 K). Δικαίαρχος δέ φησιν ὅτι αὐλητής τις ἐγένετο μὴ πάνυ τοῖς αὐλητι‐ κοῖς ἐμμένων νόμοις, ἀλλὰ παρακινῶν· ὅδεν εἰς παροιμίαν ἦλθεν ὁ λόγος. | |
104 | Strabo I 1: τῆς τοῦ φιλοσόφου πραγματείας εἶναι νομίζομεν, | |
εἴπερ ἄλλην τινά, καὶ τὴν γεωγραφικήν .......... οἵ τε γὰρ πρῶτοι θαρρή‐ σαντες αὐτῆς ἅψασθαι τοιοῦτοί τινες ὑπῆρξαν, Ὅμηρός τε καὶ Ἀναξίμανδρος ὁ Μιλήσιος καὶ Ἑκαταῖος ὁ πολίτης αὐτοῦ, καθὼς καὶ Ἐρατοσθένης φησί, | 34 | |
5 | καὶ Δημόκριτος δὲ καὶ Εὔδοξος καὶ Δικαίαρχος καὶ Ἔφορος καὶ ἄλλοι πλείους. ἔτι δὲ οἱ μετὰ τούτους, Ἐρατοσθένης τε καὶ Πολύβιος καὶ Ποσειδώνιος, ἄνδρες φιλόσοφοι. | |
106 | Geminus Elementa astronom. XVII 5: καὶ ἔστι μὲν τῆς Κυλλήνης τὸ ὕψος ἔλασσον σταδίων ιεʹ, ὡς Δικαίαρχος ἀναμεμετρηκὼς ἀπο‐ φαίνεται. τοῦ δὲ Σαταβυρίου ἐλάσσων ἐστὶν ἡ κάθετος σταδίων δέκα. | |
107 | Theon Smyrn. Exposit. rer. mathemat. p. 124, 19 Hiller: 〈δέκα δὲ σταδίων ἐστὶν ἡ〉 τῶν ὑψηλοτάτων ὀρῶν πρὸς τὰ χθαμαλώτατα τῆς γῆς ὑπεροχὴ κατὰ κάθετον, καθὰ Ἐρατοσθένης καὶ Δικαίαρχος εὑρηκέναι φα‐ σίν, καὶ ὀργανικῶς δὲ ταῖς τὰ ἐξ ἀποστημάτων μεγέθη μετρούσαις διόπτραις | |
5 | τηλικαῦτα θεωρεῖται. | |
109 | Agathemerus Geograph. informatio Prooem. 2: οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δὲ κεῖσθαι τὴν Ἑλλάδα καὶ ταύτης Δελφούς. τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. πρῶτος δὲ Δημόκριτος πολύπειρος ἀνὴρ συνεῖδεν ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιον τὸ μῆκος τοῦ πλά‐ | |
5 | τους ἔχουσα. συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ Περιπατητικός. | |
110 | ib. 5: Δικαίαρχος δὲ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν, ἀλλὰ τομῇ εὐθείᾳ ἀκράτῳ ἀπὸ στηλῶν διὰ Σαρδοῦς Σικελίας Πελοποννήσου Καρίας Λυκίας Παμφυλίας Κιλικίας καὶ Ταύρου ἑξῆς ἕως Ἰμάου ὄρους. τῶν τοίνυν τόπων τὸν | |
μὲν βόρειον, τὸν δὲ νότιον ὀνομάζει. | 35 | |
111 | Strabo II 4, 104: Πολύβιος δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν ἀρχαίους ἐᾶν φησι, τοὺς δ’ ἐκείνους ἐλέγχοντας ἐξετάζειν Δικαίαρχόν τε καὶ Ἐρατοσθένη τὸν τελευταῖον πραγματευσάμενον περὶ γεωγραφίας καὶ Πυ‐ θέαν, ὑφ’ οὖ παρακρουσθῆναι πολλούς κτλ. (folgt Bericht des Pytheas über | |
5 | Britannien und Thule sowie Kritik des Polybius): πολὺ δέ φησι βέλτιον (sc. Πολύβιος) τῷ Μεσσηνίῳ πιστεύειν ἢ τούτῳ. ὁ μέντοι γε εἰς μίαν χώραν τὴν Παγ‐ χαίαν λέγει πλεῦσαι, ὁ δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περάτων κτλ. Ἐρατοσθένη δὲ ..... Πυθέᾳ ..... πιστεύειν, καὶ ταῦτα μηδὲ Δικαιάρχου πιστεύσαντος. τὸ μὲν οὖν μηδὲ Δικαιάρχου πιστεύσαντος γελοῖον, ὥσπερ ἐκείνῳ κανόνι χρή‐ | |
10 | σασθαι προσῆκον, καθ’ οὗ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται. Ἐρατοσθέ‐ νους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια. ἀλλ’ ἐκείνῳ μὲν καὶ Δικαιάρχῳ συγγνώμη, τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους. Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τίς ἂν συγγνοίη; ἀλλὰ μὴν Πολύβιός γέ ἐστιν ὁ λαοδογματικὰς καλῶν ἀποφάσεις, ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τόποις | |
15 | διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλ’ οὐδ’ ἐν οἷς ἐκείνους ἐλέγχει καθα‐ ρεύων. τοῦ γοῦν Δικαιάρχου μυρίους μὲν εἰπόντος τοὺς ἐπὶ στήλας ἀπὸ τῆς Πελοποννήσου σταδίους, πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν Ἀδρίαν μέχρι τοῦ μυχοῦ, τοῦ δ’ ἐπὶ στήλας τὸ μέχρι τοῦ πορθμοῦ τρισχιλίους ἀποδόντος, ὡς γίνεσθαι τὸ λοιπὸν ἑπτακισχιλίους τὸ ἀπὸ πορθμοῦ μέχρι στηλῶν. | |
112 | ib. III 5, 170: .... Δικαίαρχος δὲ καὶ Ἐρατοσθένης καὶ Πολύ‐ βιος καὶ οἱ πλεῖστοι τῶν Ἑλλήνων περὶ τὸν πορθμὸν (Strasse von Gibraltar) ἀποφαίνουσι τὰς στήλας (sc. τοῦ Ἡρακλέους). | |
113 | Iohann. Lydus De mensibus IV 107 p. 147 Wü., nach Se‐ neca Natur. Quaest. (IV a fr. 6 Gercke): ἀλλὰ καὶ Δικαίαρχος ἐν Περιόδῳ γῆς ἐκ τῆς Ἀτλαντικῆς θαλάττης τὸν Νεῖλον ἀναχεῖσθαι βούλεται. | |
114 | Stobaeus Ecl. I 38, 2: πῶς ἄμπωτις καὶ πλήμμυραι γίνονται. Auf Aristoteles und Herakleides folgt: 〈Δικαίαρχοσ〉 ὁ Μεσσήνιος ἡλίῳ καὐτὸς τὴν αἰτίαν ἀνατίθησι, καθ’ οὓς μὲν ἂν τόπους γένηται τῆς γῆς πλημ‐ μύροντι τὰ πελάγη, ἐξ ὧν δ’ ἂν τύχῃ παραποστὰς ὑποσυνέλκοντι. ταῦτα δὲ | |
5 | συμβαίνειν περὶ τὰς ἑῴας καὶ τὰς μεσημβρινὰς ἐκκλίσεις. | 36 |
117 | Codex Parisinus Graec. suppl. 443: Δικαιάρχου ἀναγραφὴ τῆς Ἑλλάδος. | |
118 | Papyrus Herculanens. 155 (Philodem), W. Crönert, Kolotes und Menedemos 1906 p. 189: καὶ Δ]ι̣κ̣αίαρχο[ς ..............]κ[..]ί̣του βίο̣υ̣ | |
ση̣μ[αίνει ............ | 37 |